Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.173 Dem. 19.176 (English) >>Dem. 19.179

19.175εἶθʼ γενναῖος οὑτοσὶ ἐμὲ μὲν τὸν δῆμον ἔφη τὸν ὑμέτερον καταλύσειν ἐπηγγέλθαι Φιλίππῳ, ὅτι ταῦτʼ ἐπέπληττον, οὐ μόνον αἰσχρὰ νομίζων ἀλλὰ καὶ δεδιὼς μὴ συμπαραπόλωμαι διὰ τούτους, αὐτὸς δʼ ἰδίᾳ πάντα τὸν χρόνον ἐντυγχάνων οὐδʼ ὁτιοῦν ἐπαύσατο Φιλίππῳ. καὶ τὰ μὲν ἄλλα σιωπῶ, Δερκύλος δʼ αὐτὸν ἐν Φεραῖς τὴν νύκτʼ ἐφύλαττεν, οὐκ ἐγώ, τὸν παῖδʼ ἔχων τὸν ἐμὸν τουτονί, καὶ λαβὼν ἐξιόντʼ ἐκ τῆς Φιλίππου σκηνῆς ἐμοὶ τὸν παῖδʼ ἐκέλευσεν ἀπαγγέλλειν καὶ αὐτὸν μεμνῆσθαι, καὶ τὸ τελευταῖον βδελυρὸς καὶ ἀναιδὴς οὑτοσὶ νύκτα καὶ ἡμέραν ἀπιόντων ἡμῶν ἀπελείφθη παρὰ Φιλίππῳ. 19.176καὶ ταῦθʼ ὅτι ἀληθῆ λέγω, πρῶτον μὲν αὐτὸς ἐγὼ συγγραψάμενος καὶ καταστήσας ἐμαυτὸν ὑπεύθυνον μαρτυρήσω, εἶτα τῶν ἄλλων πρέσβεων ἕκαστον καλῶ, καὶ δυοῖν θάτερον, μαρτυρεῖν ἐξόμνυσθαι ἀναγκάσω. ἂν δʼ ἐξομνύωσιν, ἐπιορκοῦντας ἐξελέγξω παρʼ ὑμῖν φανερῶς.Μαρτυρία

19.177οἵοις μὲν τοίνυν κακοῖς καὶ πράγμασι τὴν ἀποδημίαν πᾶσαν συνειχόμην ἑοράκατε. τί γὰρ αὐτοὺς οἴεσθʼ ἐκεῖ ποιεῖν ἐγγὺς ὄντας τοῦ διδόντος, ὅθʼ ὑμῶν ὁρώντων, τῶν καὶ τιμῆσαι κυρίων ὄντων καὶ τοὐναντίον κολάσαι, τοιαῦτα ποιοῦσιν;

συλλογίσασθαι δὴ βούλομαι τὰ κατηγορημένʼ ἀπʼ ἀρχῆς, ἵνʼ ὅσʼ ὑμῖν ὑπεσχόμην ἀρχόμενος τοῦ λόγου δείξω πεποιηκώς. ἐπέδειξʼ οὐδὲν ἀληθὲς ἀπηγγελκότα, ἀλλὰ φενακίσανθʼ ὑμᾶς, μάρτυσι τοῖς γεγενημένοις αὐτοῖς, οὐ λόγοις χρώμενος.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.173 Dem. 19.176 (English) >>Dem. 19.179

Powered by PhiloLogic